Ancient Greek · ~3 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 112
Dioscurides Pedianus, De materia medica 66.112.1
Not analysed yet
112 μυρσίνη ἡ ἥμερος πρὸς μὲν τὴν ἰατρικὴν χρῆσιν ἡ μέλαινα τῆς λευκῆς ἁρμοδιωτέρα, καὶ ταύτης μᾶλλον ἡ ὀρεινή, τὸν μέντοι καρπὸν ἀτονώτερον ἔχει. δύναμις δὲ αὐτῆς καὶ τοῦ καρποῦ στυπτική. δίδοται δὲ ὁ καρπὸς χλωρός τε καὶ ξηρὸς ἐσθιόμενος αἱμοπτυικοῖς καὶ τοῖς ἐπιδακνομένοις τὴν κύστιν· καὶ ὁ ἐκ τῶν χλωρῶν δὲ μύρτων ἐκθλιβέντων χυλὸς τὰ αὐτὰ ποιεῖ, εὐστόμαχος ὢν καὶ οὐρητικός, ἁρμόζων φαλαγγιοδήκτοις καὶ σκορπιοπλήκτοις σὺν οἴνῳ. καὶ τὸ ἀφέψημα δὲ τοῦ καρποῦ βάπτει τρίχας, ἑψηθεὶς δὲ σὺν οἴνῳ καὶ καταπλασθεὶς τὰ ἐν ἀκρωτηρίοις ἕλκη θεραπεύει, μετὰ πάλης δὲ ἀλφίτου καταπλασθεὶς φλεγμονὰς τὰς ἐν ὀφθαλμοῖς παρηγορεῖ, καὶ πρὸς αἰγιλώπια δὲ ἐπιπλάττεται.