Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 111
Dioscurides Pedianus, De materia medica 66.111
Not analysed yet
111 βαλαύστιόν ἐστιν ἄνθος ἀγρίας ῥόας. εἴδη δέ ἐστιν αὐτοῦ πλείονα· εὑρίσκεται γὰρ καὶ λευκὸν καὶ πυρρὸν καὶ ῥοδόχρουν· ἔοικε δὲ κυτίνῳ ῥόας. χυλίζεται δὲ ὡς καὶ ἡ ὑποκιστίς. δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦσαν πρὸς ἂ καὶ ἡ ὑποκιστὶς καὶ ὁ κύτινος.