Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 117
Dioscurides Pedianus, De materia medica 66.117
Not analysed yet
117 λωτὸς τὸ δένδρον φυτόν ἐστιν εὐμέγεθες, καρπὸν δὲ φέρει μείζονα πεπέρειως, γλυκύν, βρώσιμον, εὐστόμαχον, κοιλίας στεγνωτικόν. τῶν δὲ πρισμάτων τοῦ ξύλου τὸ ἀφέψημα πινόμενον καὶ ἐγκλυζόμενον βοηθεῖ δυσεντερικοῖς καὶ γυναιξὶ ῥοικαῖς. ξανθίζει δὲ καὶ τρίχας καὶ ἐπέχει δεούσας.