Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 118
Dioscurides Pedianus, De materia medica 66.118
Not analysed yet
118 μέσπιλον τὸ δένδρον, ὃ παρʼ ἐνίοις ἀρωνία καλεῖται, ἀκανθῶδές ἐστιν, ὅμοιον τοῖς φύλλοις πυρακάνθῃ, καρπὸν δὲ φέρει μικρόν, στρογγύλον, μήλῳ ὅμοιον, ἡδύν, ἔχοντα τρία ὀστάρια ἔνδοθεν, παρʼ ὃ καὶ τρίκοκκόν τινες αὐτὸν ὠνόμασαν. στύφει δὲ καὶ βιβρωσκόμενός ἐστιν εὐστόμαχος, κοιλίας στεγνωτικός. ἔστι δὲ καὶ ἕτερον εἷδος ἐν Ἰταλίᾳ γεννώμενον, ὃ ἔνιοι πιμηλ ίδα, οἱ δὲ σητάνιον ὀνομάζουσι· δένδρον μήλῳ ἐμφερὲς καὶ τοῖς φύλλοις, ὅτι μὴ μικρότερον. καρπὸν δὲ ἔχει καὶ τοῦτο στρογγύλον, βρώσιμον, πλατὺν ἔχοντα τὸν πυθμένα, ὑποστύφοντα, πεπαινόμενον βραδέως.