Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 119
Dioscurides Pedianus, De materia medica 66.119
Not analysed yet
119 κρανία δένδρον ἐστὶν ἁδρόν, καρπὸν φέρον ὡς ἐλαίας, ἐπιμήκη, χλωρὸν τὸ πρῶτον, πεπαινόμενον δὲ ξανθὸν ἢ κηροειδῆ, ἐδώδιμον, στύφοντα, ἁρμόζοντα πρὸς κοιλίας ῥύσιν καὶ δυσεντερίαν, συντιθέμενον καὶ εἰς ἕψημα καὶ εἰς βρῶσιν καὶ ἁλμεύεται δὲ ὡς ἐλαία. ὁ δʼ ἐκ τῶν χλωρῶν ξύλων ἰχὼρ καιομένων πρὸς λειχῆνας καταχριόμενος ποιεῖ.