Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 127
Dioscurides Pedianus, De materia medica 66.127.3
Not analysed yet
δύναμιν δὲ ἔχει ὁ ἀπὸς μαλακτικήν, κολλητικὴν τραυμάτων, 3 διαφο ρητικὴν τῶν δυσπέπτων. πίνεται δὲ καὶ συγχρίεται πρὸς ἑρπετῶν δήγματα καὶ σπλῆνας ἐσκιρριωμένους καὶ στομάχου ἀλγήματα καὶ φρικία· ταχέως δὲ τερηδονίζεται ὁ ἀπός. γίνεται δὲ καὶ ἐν Κύπρῳ εἴδει διαφέρον πτελέᾳ γὰρ οὐ συκαμίνῳ τὰ φύλλα ἔοικε, τὸν δὲ καρπὸν φέρει κατὰ τὸ μέγεθος κοκκυμήλων καὶ γλυκύτερον. τὰ δὲ ἄλλα πάντα ὅμοια τοῖς προειρημένοις.