Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 128
Dioscurides Pedianus, De materia medica 66.128.1
Not analysed yet
128 σῦκα πέπειρα τὰ ἁπαλὰ κακοστόμαχα, κοιλίας λυτικα —ῥᾳδίως δὲ ὁ ἐξ αὐτῶν ῥευματισμὸς ἵσταται—, ἐξανθημάτων καὶ ἱδρώτων προκλητικά, ἄδιψα δὲ καὶ σβεστικὰ θερμασίας. τὰ δὲ ξηρὰ τρόφιμα, θερμαντικά, διψητικώτερα, εὐκοίλια, ἄθετα δὲ ῥευματισμοῖς στομάχου καὶ κοιλίας, βρόγχῳ δὲ καὶ ἀρτηρίᾳ καὶ κύστει καὶ νεφροῖς εὔθετα καὶ τοῖς ἐκ μακρονοσίας κακοχροοῦσι καὶ ἀσθματικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ὑδρωπικοῖς· ἀνακαθαίρει δὲ καὶ τὰ ἐν θώρακι ἀποζεσθέντα σὺν ὑσσώπῳ καὶ ποθέντα, ἁρμόζει δὲ καὶ παλαιαῖς βηξὶ καὶ τοῖς περὶ πνεύμονα χρονίοις πάθεσι, κοιλίαν τε μαλάσσει κοπέντα μετὰ νίτρου καὶ κνήκου καὶ ἐσθιόμενα.