Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 128
Dioscurides Pedianus, De materia medica 66.128.3
Not analysed yet
3 ἐψηθέντα δὲ. ἐν οἴνῳ καὶ μιγέντα ἀψινθίῳ καὶ κριθίνῳ ἀλεύρῳ ὑδρωπικοὺς μὠφελεῖ καταπλασθέντα· κεκαυμένα δὲ καὶ μιγέντα κηρμτῇ χιμέτλας ἰᾶται, λεῖα δὲ ὠμὰ σὺν νάπυι ὑγρῷ ἀναλημφ θέντα καὶ ἐντεθέντα ἐν ὠσὶν ἤχους ναὶ κνησμοὺς θεραπεύει. ὁ δὲ ὀπ ὸς τῆς ἀγρίας καὶ τῆς ἡμέρου συκῆς πηκτικός ἐστι γάλακτος ὥσπερ ἡ πιτύα· λύει δὲ καὶ τὸ πεπηγὸς ὥσπερ καὶ τὸ ὄξος, ἑλκωτικός τε σωμάτων καὶ ἀναστομωτικός, κοιλίας τε λυτικὸς καὶ ὑστέρας ἀναχαλαστικὸς μετὰ ἀμύλου λείου πινόμενος, καὶ ἐμμήνων ἀγωγὸς προστεθεὶς σὺν ᾠοῦ λεκίθῳ ἢ κηρῷ Τυρρηνικῷ, ποδαγρικοῖς τε καταπλάσμασι χρήσιμος μετὰ τηλίνου ἀλεύρου καὶ ὄξους.