Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 128
Dioscurides Pedianus, De materia medica 66.128.4
Not analysed yet
4 σμήχει δὲ καὶ λέπρας καὶ λειχῆνας, ἐφ ήλεις, ἀλφούς, ψώρας σὺν ἀλφ ίτῳ, καὶ σνορπιοπλήκτοις κατὰ τῆς πληγῆς ἐπισταζόμενος καὶ ἰοβόλοις καὶ κυνοδήκτοις βοηθεῖ, καὶ ὀδονταλγίας ὠφελεῖ ἐρίῳ ἀναλημφθεὶς καὶ εἰς τὸ βρῶμα ἐντιθέμενος, καὶ μυρηκίαν αἴρει στέατι περιπλασθείσης τῆς ἐν κύκλῳ σαρκός. τὰ αὐτὰ δὲ καὶ ὁ χυλὸς ποιεῖ τῶν ἀπὸ τῆς ἀγρίας συκῆς ἁπαλῶν κλάδων, ἡνίκα ἂν ἔγκυοι ὦσι, μηδέπω δὲ τοῦ ὀφθαλμοῦ βεβλαστηκότος. κοπτόμενοι δὲ ἐκθλίβονται, καὶ ὁ χυλὸς ξηραινόμενος ἐν σκιᾷ ἀποτίθεται. λαμβάνεται δὲ καὶ εἰς ἑλκωτικὰς δυνάμεις ὅ τε ὀπὸς καὶ ὁ χυλός.