Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 128
Dioscurides Pedianus, De materia medica 66.128.6
Not analysed yet
ἀνάγουσι δὲ οἱ ὄλυνθοι καὶ 6 ὀστᾶ σὺν μήκωνος ἀγρίας φύλλοις, δοθιῆνάς τε σὺν κηρῷ διαλύουσι, λύουσι, σὺν ἀρόβῳ δὲ καὶ οἴνῳ καταπλασθέντες πρὸς μυογαλῆς δήγματα καὶ σκολοπένδρας ἁρμόζουσι. γίνεται δὲ καὶ κ ο ν ία ἀγρίας συκῆς καὶ ἡμέρου, καέντων τῶν κλάδων, ἐκ τῆς τέφρας. πολύβροχον δὲ αὐτὴν δεῖ ποιεῖν καὶ παλαιοῦν. ἁρμόζει δὲ εἰς τὰ καυστικὰ καὶ γαγγραινούμενα ἀνακαθαίρει δὲ καὶ ἀναλίσκει τὰ περισσά. χρῆσθαι δὲ αὐτῇ δεῖ σπόγγον βρέχοντας συνεχῶς καὶ ἐπιτιθέντας, ἐφ᾿ ὧν δὲ καὶ ἐγκλύζοντας, ὡς ἐτὶ δυσεντερικῶν καὶ παλαιῶν ῥευμάτων καὶ κόλπων ὑπονόμων καὶ μεγάλων καθαίρει γὰρ καὶ κολλᾷ καὶ σαρκοῖ καὶ συμφύει ἐοικότως τοῖς ἐναίμοις.