Ancient Greek · ~3 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 128
Dioscurides Pedianus, De materia medica 66.128.5
Not analysed yet
αἱ δὲ κράδαι 5 ἁπαλαὶ βοείοις κρέασι συγκαθεψόμεναι εὐέψητα ταῦτα ποιοῦσι, καὶ τὸ γάλα δὲ λυτικώτερον ἐν τῇ ἑψήσει κινούμενον αὐταῖς ἀντὶ σπάθης παρασκευάζουσιν. οἱ δὲ ὄλυ ν θ ο ι, ὑπὸ δέ τινων ἐρινεοὶ καλούμενοι, ἑφθοὶ καταπλασθέντες πᾶσαν συστροφὴν καὶ χοιράδας ἐκμαλάσσουσιν, ὠμοὶ δὲ μυρμηκίας καὶ θύμους σὺν νίτρῳ καὶ ἀλεύρῳ καταπλασθέντες αἴρουσι. καὶ τὰ φύλλα δὲ τὰ αὐτὰ δύναται· σὺν ὄξει δὲ καὶ ἁλκὶ καταπλασθέντα ἀχῶρας, πίτυρα, ἐπινυκτίδας ιᾶιαι. παρατρίβεται δὲ αὐτοῖς καὶ τὰ συκώδη καὶ τραχέα τῶν βλεφάρμων, καὶ λεῦκαι δὲ καταπλάσσονται τοῖς τῆς μελαίνης συκῆς φύλλοις ἢ τοῖς κλάδοις. ποιεῖ καὶ πρὸς τὰ κυνόδηκτα σὺν μέλιτι καὶ πρὸς τά κηρία.