Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 100
Dioscurides Pedianus, De materia medica 66.68.100.1
Not analysed yet
s100 λύκιον, ὃ ἔνιοι πυξάκανθαν καλοῦσι, δένδρον ἐστὶν ἀκανθῶδες, ῥάβδους ἔχον τριπήχεις ἢ καὶ μείζονας, περὶ ἃς τὰ φύλλα πύξῳ ὅμοια, πυκνά. καρπὸν δὲ ἔχει ὡς πέπερι, μέλανα, πυκνόν, πικρὸν λίαν, καὶ τὸν φλοιὸν δὲ ὠχρόν, ὅμοιον τῳ διεθέντι λυκίῳ, ῥίζας δὲ πολλάς, πλατείας, ξυλώδεις. φύεται δὲ πλεῖστον ἐν Καππαδοκίᾳ καὶ Λυκίᾳ, καὶ ἐν ἄλλοις δὲ τόποις πολλοῖς· τραχέα δὲ φιλεῖ χωρία.