Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 99
Dioscurides Pedianus, De materia medica 66.68.99.3
Not analysed yet
3 αἱ λεγόμεναι δὲ ῥοδίδες σκευάζονται τοῦτον τὸν τρόπον· ῥόδων χλωρῶν ἀβρόχων μεμαραμμένων δραχμάς τεσσαράκοντα, νάρδου Ἰνδικῆς δραχμάς πέντε, σμύρνης δραχμὰς ἒξ λεῖα ἀναπλάσσεται εἰς τροχίσκους τριωβολιαίους καὶ ἐν σκιᾷ ξηραίνεται· ἀποτίθεται δὲ εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνητον περιεσφηκωμένον. ἔνιοι δὲ προστιθέασι καὶ κόστου δραχμὰς δύο καὶ ἴρεως Ἰλλυρικῆς τὸ αὐτὸ μίσγοντες μετὰ μέλιτος καὶ οἴνου Χίου. χρῆσις δέ ἐστιν αὐτῶν ἐπὶ γυναικῶν περιτιθεμένων τῳ τραχήλῳ ἀντὶ ὅρμου ἡδύπνου, ἀμβλυνουσῶν τὴν τῶν ἱδρώτων δυσωδίαν. χρῶνται δὲ αὐτοῖς καὶ λείοις ἐν διαπάσμασι μετὰ τὸ λουτρὸν καὶ συγχρίσμασι καὶ μετὰ τὸ ξηρανθῆναι ἐκλούονται ψυχρῷ.