Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 101
Dioscurides Pedianus, De materia medica 66.68.101
Not analysed yet
101 ἀκακία φύεται ἐν Αἰγύπτῳ. ἄκανθα δέ ἐστι δενδρώδης, θαμνώδης, οὐκ ἀρθοφυήῆς, ἄνθος ἔχουσα λευκόν, καρπὸν δὲ ὥσπερ θέρμου, λευκόν, ἐν λοβοῖς κείμενον, ἐξ οὗ καὶ ἐκθλίβεται τὸ χύλισμα ξηραινόμενον ἐν ἡλίῳ, μέλαν μὲν ἐκ τοῦ πεπείρου καρποῦ, ὑπόκιρρον δὲ ἐκ τοῦ ὠμοῦ. ἐκλέγου δὲ τὸ ἡρέμα ἔγκιρρον, εὐῶδες, ὡς ἐν ἀκακίᾳ. χυλίζουσι δέ τινες καὶ τὰ φύλλα σὺν τῳ καρπῷ· καὶ τὸ κόμμι δὲ ἐκ τῆς αὐτῆς ἀκάνθης γεννᾶται.