Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Section 2
Dioscurides Pedianus, De materia medica 66.68.2
Not analysed yet
δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν. ἁρμόζει δὲ ὁ χυλὸς 2 πρὸς τὰ ὀρθαλμικὰ καὶ ἐρυσιπέλατα, ἕρπητας, χιμέτλας, πτερύγια, τὰ ἐν τῷ στόματι ἕλκη, καὶ προπτώσεις δὲ ὀφθαλμῶν καθίστησιν. ἐπέχει δὲ καὶ ῥοῦν γυναικεῖον, καὶ τὰς προπτώσεις δὲ τῆς ὑστέρας στέλλει, κοιλίαν τε ῥέουσαν ἐπέχει πινόμενος καὶ ἐγκλυζόμενος· μελαίνει δὲ καὶ τρίχας. πλύνεται δὲ καὶ εἰς τὰ ἀφθαλμικά, τριβομένου οῦ χυλοῦ μεθʼ ὕδατος ἀποχεομένου τε τοῦ ἐπιπάγου, μέχρι ἄν καθαρὸν ἐφιστῆται τὸ ὕδωρ, καὶ οὕτως ἀναλαμβάνεται εἰς τροχίσκους.