Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 71
Dioscurides Pedianus, De materia medica 66.68.71.2
Not analysed yet
2 προάγει δὲ πασῶν τῶν ῥητινῶν ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶτα ἡ πιτυίνη καὶ ἐλατίνη, μεθʼ ἃς ἀριθμοῦνται ἣ τε πευκίνη καὶ ἡ στροβιλίνη. ἔστι δὲ πᾶσα ῥητίνη θερμαντική, μαλακτική, διαλυτική. ἀνακαθαρτική, βηξὶν ἁρμόζουσα καὶ φθίσεσιν ἐν ἐκλεικτοῖς καθʼ ἑαυτὴν ἢ μετὰ μέλιτος, ἀνακαθαίρουσα καὶ τὰ ἐκ θώρακος. ἔστι δὲ καὶ οὐρητικὴ καὶ πεπτικὴ κοιλίαν τε μαλάσσει, ἔν τε ἀνακολλήσει τριχῶν ἁρμόζει τῶν ἐν βλφάροις, καὶ πρὸς λέπρας σὺν ἰῷ χαλκοῦ καὶ χαλκάνθῳ καὶ νίτρῳ, πρός τε τὰ ἰχωρορροοῦντα ὦτα σὺν μέλιτι καὶ ἐλαίῳ καὶ πρὸς κνησμὸν αἰδοίου.