Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 71
Dioscurides Pedianus, De materia medica 66.68.71.3
Not analysed yet
3 μείγνυται δὲ καὶ ἐμπλάστροις καὶ μαλάγμασι καὶ ἀκόποις, καὶ πλευροῦ ἀλγήμασι βοηθεῖ καθʼ ἑαυτὴν ἐπιχρισθεῖσα καὶ ἐπιτιθεμένη. γίνεται δὲ ῥητίνη ὑγρὰ πιτυίνη καὶ πευκίνη, κομιζόμεναι ἀπὸ Γαλλίας καὶ Τυρρηνίας· καὶ ἀπὸ Κολοφῶνος δὲ πάλαι ποτὲ ἐκομίζετο, ἔνθεν καὶ τὴν ἐπωνυμίαν ἔσχε Κολοφωνία κληθεῖσα, καὶ ἀπὸ Γαλατίας τῆς πρὸς ταῖς Ἄλπεσιν, ἣν ἐπιχωρίως οἱ τῇδε ἔνοικοι λάρικα ὀνομάζουσιν, ἐξόχως ποιοῦσα πρὸς τὰς χρονίους βῆχας ἐν ἐκλεικτῷ καθ᾿ ἑαυτήν. διάφοροι δέ εἰσι τῷ χρώματι καὶ αὗται· ἡ μὲν γάρ τίς ἐστι λευκὴ ἡ δὲ ἐλαιώδης ἡ δὲ μέλιτι ἔοικεν ὥσπερ ἡ λάριξ.