Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 72
Dioscurides Pedianus, De materia medica 66.68.72.5
Not analysed yet
5 ἡ δὲ ξηρὰ πίσσα ἑψομένης τῆς ὑγρᾶς γίνεται· καλεῖται δὲ αὕτη ὐπ᾿ ἐνίων παλίμπισσα. γίνεται δὲ αὐτῆς ἡ μέν τις ἰξώδης, βοσκὰς καλουμένη, ἡ δὲ ξηρά. ἐστι δὲ καλὴ ἡ καθαρὰ καὶ λιπαρά καὶ εὐώδης καὶ ὑπόκιρρος καὶ ῥητινώδης. τοιαύτη δέ ἐστιν ἡ Λυκιακὴ καὶ ἡ Βρυττία, δύο φύσεων ἐχόμεναι, πίσσης ἅμα καὶ ῥητίνης. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, πυοποιόν, διαφορητικὴν φυμάτων καὶ φυγέθλων καὶ πληρωτικῆν ἑλκῶν. μείγνυται δὲ καὶ τραυματικοῖς χρησίμως. ζώπισσαν δὲ οἱ μὲν εἶπον εἶναι τὴν τῶν πλοίων ξυομένην ῥητίνην μετὰ τοῦ κηροῦ, καλουμένην ὐπ᾿ ἐνίων ἀπόχυμα, οὖσαν διαχυτικὴν διὰ τὸ ἐν τῇ θαλάσσῃ βρέχεσθαι, οἱ δὲ τὴν πιτυίνην ῥητίνην οὕτως ὠνόμασαν.