Ancient Greek · ~3 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 73
Dioscurides Pedianus, De materia medica 66.68.73.1
Not analysed yet
73 ἄσφαλτος διαφέρει ἡ Ἰουδαικὴ τῆς λοιπῆς. ἔστι δὲ καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος τῇ ὀσμῇ καὶ βαρεῖα, ἡ δὲ μέλαινα καὶ ῥυπώδης φαύλη· δολοῦται γάρ πίσσης μειγνυμένης. γεννᾶται δὲ καὶ ἐν Φοινίκῃ καὶ ἐν Σιδῶνι καὶ ἐν Βαβυλῶνι καὶ ἐν Ζακύνθῳ· γίνεται δὲ καὶ κατὰ τὴν Ἀκραγαντίνων χώραν τῆς Σικελίας ὑγρὸν ἐπινηχόμενον ταῖς κρήναις, ᾧ χρῶνται εἰς τούς λύχνους ἀντὶ ἐλαίου, καλοῦντες αὐτὸ Σικελὸν. ἔλαιον πλανώμενοι· ἐστι γάρ ἀσφάλτου ὑγρᾶς εἶδος. καλεῖται δέ τις καὶ πιττάσφαλτος, γεννωμένη ἐν Ἀπολλωνίᾳ τῇ πρὸς Ἐπιδάμνῳ, ἥτις ἐκ τῶν Κεραυνίων ὀρῶν συγκαταφέρεται τῇ τοῦ ποταμοῦ ῥύμῃ καὶ ἐκβράσσεται εἰς τάς ἠιόνας βωλοειδῶς συμπεπηγυῖα, ὄζουσα πίσσης μεμειγμένης ἀσφάλτῳ.