Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 73
Dioscurides Pedianus, De materia medica 66.68.73.2
Not analysed yet
καλεῖται δέ τις καὶ νάφθα, ὅπερ ἐστὶ τῆς Βαβυλωνίου 2 ἀσφάλτου περιήθημα, τῳ χρώματι λευκόν, εὑρίσκεται δὲ καὶ μέλαν. δύναμιν δὲ ἔχει ἁρπακτικὴν πυρὸς ὥστε καὶ ἐκ διαστήματος ἁρπάζειν τοῦτο, ὅπερ πρὸς ὑποχύσεις χρησιμεύει καὶ λευκώματα. δύναμιν δὲ ἔχει πᾶσα ἄσφαλτος ἀφλέγμαντον, κολλητικήν, διαφορητικήν, μαλακτικήν, ποιοῦσα πρὸς πνίγας ὑστερικὰς καὶ προπτώσεις προστιθεμένη καὶ ἀσφραινομένη καὶ ὑποθυμιωμένη ἐλέγχει δὲ καὶ ἐπιλημπτικοὺς ὑποθυμιαθεῖσα καθάπερ καὶ ὀ γαγάτης λίθος.