Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 75
Dioscurides Pedianus, De materia medica 66.68.75
Not analysed yet
75 ἄρκευθος· ἠ μέν τῖς ἐστι μεγάλη ἡ δὲ μικρά. ἀμφότεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσι· εἰσὶ δὲ καὶ οὐρητικαί, υθμιώμεναι δὲ θηρία διώκουσι. τοῦ μέντοι καρποῦ ὁ μέν τις κατὰ καρύου Ποντικοῦ τὸ μέγεθος εὑρίσκεται, ὁ δὲ κυάμῳ ἴσος, στρογγύλος δὲ καὶ εὐώδης, γλυκύς ἐν τῳ διαμασᾶσθαι καὶ ὐπόκιρρος, ἀρκευθὶς καλούμενος, θερμαντικὸς μετρίως καὶ στυπτικός, εὐστόμαχος, ποιῶν πρὸς τὰ ἐν θώρακι καὶ βῆχας καὶ ἐμπνευματώσεις καὶ στρόφόφους καὶ θηρία πινόμενος. ἐστι δὲ καὶ οὐρητικός, ὅθεν καὶ σπάσμασι καὶ ῥήγμασι καὶ ὑστερικῶς πνιγομέναις ἁρμόζει.