Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 76
Dioscurides Pedianus, De materia medica 66.68.76
Not analysed yet
76 βράθυ, ὅ ἔνιοι βόρατον καλοῦσιν. ἔστι τούτου εἴδη φύο· τὸ γὰρ ἐστιν σὺτοῦ τοῖς ὅμοιον κυπαρίσσῳ, ἀκανθωδέστερον δὲ καὶ βαρύοσμον, κολοβόν τε τὸ δένδρον καὶ εἰς πλάτος μᾶλλον ἐκχεόμενον· χρῶνται δὲ τούτου τοῖς φύλλοις ἀντὶ θυμιάματος. τὸ δὲ ἕτερὸν ἐστι μυρίκη τοῖς φύλλοις ὅμοιον. ἀμφοτέρων δὲ τὰ φύλλα ἵστησι νομάς καὶ φλεγμονὰς καταπλασσόμενα πραύνει, ἀποκαθαίρει τε μελανίας σὺν μέλιτι καταπλασσόμενα καὶ τάς ῥυπαρίας καὶ ἄνθρακας περιρρήσσει. ποθέντα δὲ καὶ ΑἾΜΑ δι᾿ οὔρων ἄγει καὶ ἔμβρυα ἐκτινάσσει· προστεθέντα δὲ καὶ ὑποθυμιαθέντα τὸ αὐτὸ ποιεῖ, μείγνυται δὲ καὶ τοῖς θερμαντικοῖς χρίσμασιν, ἰδίως δὲ τῳ γλευκίνῳ.