Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 77
Dioscurides Pedianus, De materia medica 66.68.77.2
Not analysed yet
εὐθετεῖ δὲ εἴς τε τὰ ὀφθαλμικὰ 2 ὀξυδερκὴς οὗσα ἐγχριομένη καὶ λευκώματα καὶ οὐλὰς σμήχει. σὺν ὄξει δὲ ἐγκλυζομένη σκώληκας τοὺς ἐν ὠσὶ κτείνει, ἤχους τε καὶ συριγμούς παύει σὺν ὑσσώπου ἀφεψήματι ἐγχεομένη, εἴς τε ἐμβρώματα ὀδόντος ἐνσταγεῖσα θραύει μὲν τὸν ὀδόντα, παύει δὲ τὴν ἀλγηδόνα· καὶ σύν ὄξει δὲ διακλυζομένη ΐὸ αὐτὸ ποιεῖ. περιχρισθεῖσα δὲ αἰδοίῳ πρὸ τῆς συνουσίας ἀτόκιόν ἐστι, συναγχικῶν τε περίχριστός ἐστι καὶ παρισθμίων φλεγμοναῖς βοηθεῖ, φθεῖράς τε καὶ κόνιδας φθείρει περιχρισθεῖσα, κεράστου δὲ δήγμασι σύν ἁλσὶ καταπλασσομένη ἀρήγει, πρός τε λαγωοῦ θαλασσίου πόσιν σύν γλυκεῖ λαμβανομένη βοηθεῖ.