Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 77
Dioscurides Pedianus, De materia medica 66.68.77.3
Not analysed yet
ὠφελεῖ καὶ 3 ἐλεφαντιῶντας ἐκλειχομένη ἢ περιχριομένη, καθαίρει καὶ τὰ ἐν πνεύμονι ἕλκη καὶ ἰᾶται ταῦτα ὅσον κύαθος ῥοφουμένη, σκώληκάς τε καὶ ἀσκαρίδας ἐγκλυζομένη φθείρει καὶ ἔμβρυα κατασπᾷ. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτῆς, χωριζόμενον ἀπὸ τῆς κεδρίας δι᾿ ἐρίου ὑπεραιωρουμένου ἐν τῇ ἑψήσει, ὡς ἐπὶ τῆς πίσσης, ποιοῦν πρὸς ὅσα καὶ ἡ κεδρία. θεραπεύει δὲ ἰδίως τὸ ἔλαιον καὶ τὰς ἐπὶ τῶν τετραπόδων ψώρας καὶ κυνῶν καὶ βοῶν ἀνδρικῶς καταχριόμενον, καὶ τοὺς ἐπ αὐτῶν κρότωνας φθείρει προσαγόμενον, καὶ τὰς ἐπὶ τῇ κουρᾷ γινομένας ἑλκώσεις αὐτῶν ἀπουλοῖ.