Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 77
Dioscurides Pedianus, De materia medica 66.68.77.4
Not analysed yet
τὴν δὲ λιγνὺν αὐτῆς συνακτέον, ὥσπερ τὴν τῆς πίσσης, 4 δύναμιν ἔχουσαν τὴν αὐτὴν ἐκείνῃ. κεδρίδες δὲ καλοῦνται οἱ ἐξ αὐτῆς καρποί. δύναμιν δὲ ἔχουσι θερμαντικήν, κακοστόμαχον· βοηθοῦσι δὲ βηξί, σπάσμασι, ῥήγμασι, στραγγουρίαις. καὶ ἔμμηνα ἄγουσι μετά πεπέρεως λεῖαι πινόμεναι, καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν σύν οἴνῳ λαμβάνονται διώκοι σι καὶ θηρία χριομένου τοῦ σώματος σὺν ἐλαφείῳ στέατι μυελῷ. μείγνυνται δὲ καὶ ἀντιδότοις.