Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 84
Dioscurides Pedianus, De materia medica 66.68.84.1
Not analysed yet
84 πτελέας τὰ φύλλα καὶ οἱ ἀκρεμόνες καὶ ὁ φλοιὸς στυπτικά. ποιεῖ δὲ τὰ φύλλα πρὸς λέπραν λεῖα σὺν ὄξει ἐπιπλαττόμενα καὶ τραύματα κολλᾷ, μᾶλλον δὲ ὁ φλοιὸς ἀντὶ ἐπιδέσμου περιειλούμενος ἐστι γὰρ ἱμαντώδης. ὁ δὲ παχύτερος φλοιὸς σύν οἴνῳ ἤ ὕδατι ψυχρῶ ποθεὶς οὐγγίας μιᾶς πλῆθος ἄγει φλέγμα. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἤ τῶν φύλλων καταντλούμενον τά κατάγματα πωροῖ τάχιον. τὸ δὲ ἐν τοῖς θυλακίοις κατὰ τὴν πρώτην ἐκβλάστησιν εὑρισκόμενον ὑγρὸν στιλβοῖ πρόσωπον ἐπιχριόμενον, ξηραινόμενον δὲ τὸ ὑγρὸν τοῦτο ἀναλύεται εἰς θηρία κωνωποειδῆ.