Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 84
Dioscurides Pedianus, De materia medica 66.68.84.2
Not analysed yet
2 καὶ λαχανεύεται δὲ τὰ πρόσφατα τῶν φύλλων ἑψόμενα εἰς προσοψήματα. ἡ δὲ ἀπὸ τῶν παλαιῶν ξύλων καὶ πρέμνων σαπρία συνισταμένη ὥσπερ ἄλευρον καταπασσομένη ἀνακαθαίρει καὶ ἀπουλοῖ ἕλκη. τὰ δὲ ἑρπυστικὰ ἐπέχει σύν ἴσῳ ἀνήσσῳ φυραθεῖσα ἐλαίῳ ἐν ὀθονίῳ τε καεῖσα καὶ λεία καταπασσομένη.