Ancient Greek · ~3 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 85
Dioscurides Pedianus, De materia medica 66.68.85
Not analysed yet
85 καλάμων ὁ μέν τις καλεῖται ναστός, ἐξ οὖ τὰ βέλη γίνεται, ὁ δέ τις θῆλυς, ἐξ οὖ αἱ γλῶτται τοῖς αὐλοῖς κατασκευάζονται· ἄλλος δὲ συριγγίας, παχύσαρκος, πυκνογόνατος, εἰς βιβλιογραφίαν ἐπιτήδειος, ὁ δέ τις παχύς καὶ κοῖλος, παρὰ ποταμοῖς φυόμενος, ὃς καὶ δόναξ καλεῖται, ὑπό τινων δὲ Κύπριος, καὶ ἕτερος φραγμίτης, ὑπόλευκος, λεπτός, πᾶσι γνώριμος, οὖ ἡ ῥίζα καταπλασθεῖσα λεία καθ᾿ ἑαυτὴν καὶ σύν βολβοῖς ἐπισπᾶται σκόλοπας καὶ ἀκίδας, σύν ὄξει δὲ στρέμματα καὶ ὀσφύος ἀλγήματα παρηγορεῖ. τὰ δὲ φύλλα κοπέντα χλωρά καὶ ἐπιτεθέντα ἐρυσιπέλατά τε καὶ τὰς ἄλλας φλεγμονὰς ἰᾶται. ὁ δὲ φλοιὸς ἀλωπεκίας θεραπεύει καεὶς καὶ μετ᾿ ὄξους καταπλασθείς. ἡ δὲ ἀνθήλη τῶν καλάμων ἐμπεσοῦσα ταῖς ἀκοαῖς κώφωσιν ἐργάζεται. δύναται δὲ τὰ αὐτὰ καὶ ὁ Κύπριος λεγόμενος κάλαμος ποιεῖν.