Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 92
Dioscurides Pedianus, De materia medica 66.68.92
Not analysed yet
92 παλίουρος γνώριμος θάμνος ἀκανθώδης, στερεός, οὖ τὸ σπέρμα λιπαρὸν καὶ γλινῶδες εὐρίσκεται· ὅπερ πινόμενον βηξὶν ἀρήγει καὶ τούς ἐν κύστει λίθους θρύπτει καὶ πρὸς ἑρπετῶν δήγματα ποιεῖ, τὰ δὲ φύλλα καὶ ἠ ῥίζα στυπτικά, ὧν τὸ ἀφέψημα ποθὲν κοιλίαν ἵστησιν, οὖρά τε ἄγει καὶ θανασίμοις καὶ θηριοδήκτοις βοηθεῖ, διαφορεῖ δὲ πάντα τὰ πρόσφατα φύματα καὶ οἰδήματα ἡ ῥίζα λεία ἐπιπλασθεῖσα.