Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 93
Dioscurides Pedianus, De materia medica 66.68.93
Not analysed yet
93 ὀξυάκανθα· οἱ δὲ πυρῆνα, οἱ δὲ πυρακάνθην καλοῦσι. δένδρον ἐστὶ παραπλήσιον ἀχράδι, μικρότερον δὲ καὶ ἀκανθῶδες ἄγαν· καρπὸν δὲ φέρει μύρτῳ ἐμφερῆ, ἁδρόν, ἐρυθρόν, εὔθρυπτον, ἔνδοθεν πυρῆνας ἔχοντα, ῥίζαν πολυσχιδῆ καὶ βαθεῖαν. τούτου ὁ καρπὸς διάρροιαν ἵστησι καὶ ῥοῦν γυναικεῖον πινόμενος καὶ ἐσθιόμενος. ἡ δὲ ῥίζα καταπλασθεῖσα λεία σκόλοπας καὶ ἀκίδας ἐπισπᾶται. ἱστορεῖται δὲ δύνασθαι ἡ ῥίζα καὶ ἐκτρωσμούς ἐργάζεσθαι τῆς κοιλίας ἡσυχῆ τρὶς πληχθείσης χρισθείσης.