Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 97
Dioscurides Pedianus, De materia medica 66.68.97.1
Not analysed yet
97 κίσθος, δν ἔνιοι κίσθαρον ἤ κίσσαρον καλοῦσι, θάμνος ἐστὶν ἐν πετρώδεσι τόποις φυόμενος, πολύκλαδος, ξυλώδης, οὐχ ὑψηλός, φύλλα ἔχων περιφερῆ. στρυφνά, μέλανα δασέα· ἄνθη ὥσπερ ῥόας, ἐπὶ μὲν τοῦ ἄρρενος ἐμπόρφυρα, ἐπὶ δὲ τοῦ θήλεος λευκά. δύναμιν δὲ ἔχει στυπτικὴν τὰ ἄνθη λεῖα πινόμενα σὺν οἴνῳ αὐστηρῷ, ὅθεν δυσεντερικοῖς ἁρμόζει λαμβανόμενα δὶς τῆς ἡμέρας. καθ᾿ ἑαυτὰ δὲ καταπλασθέντα νομάς ἐφίστησι, σὺν κηρωτῇ δὲ πυρίκαυτα καὶ παλαιὰ ἕλκη ἰᾶται.