Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Chapter 97
Dioscurides Pedianus, De materia medica 66.68.97.2
Not analysed yet
φύεται δὲ παρὰ τάς ῥίζας τοῦ κίσθου ἡ λεγομένη ὑποκιστίς, 2 ὐπ᾿ ἐνίων δὲ ὀρόβηθρον ἤ κύτινος καλουμένη, ὅμοιόν τι κυτίνῳ ῥόας· καὶ τὸ μέν τι αὐτοῦ κιρρὸν τὸ δὲ λευκόν, ὅπερ χυλίζεται ὥσπερ ἡ ἀκακία. ἔνιοι δὲ ξηράναντες αὐτὴν καὶ θλάσαντες βρέχουσί τε καὶ ἕψουσι καὶ τὰ ἄλλα ποιοῦσιν ὡς ἐπὶ τοῦ λυκίου. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ ἀκακίᾳ, στυπτικωτέραν δὲ καὶ ξηραντικωτέραν, ποιοῦσαν πρὸς κοιλιακούς, δυσεντερικούς, αἱμοπτυνικὐς καὶ ῥοῦν γυναικεῖον πινομένη καὶ ἐνιεμέμη.