Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 67
Dioscurides Pedianus, De materia medica 67.2
Not analysed yet
2 φύεται ἐν συσκίοις τόποις καὶ παῤ ἕλεσι. λαχανεύεται δὲ ὥσπερ τὸ σέλινον· καὶ ἡ ῥίζα δὲ ἑφθή τε καὶ ὠμὴ ἐσθίεται τά τε φύλλα καὶ οἱ καυλοὶ ἑφθά, καθ᾿ ἑαυτά τε καὶ μετά ἰχθύων σκευάζεται· καὶ ὠμὰ δὲ ταριχεύεται εἰς ἁλμαίας. δύναμιν δὲ ἔχει ὁ καρπὸς πινόμενος ἐν οἰνομέλιτι ἐμμήνων ἀγωγόν, θερμαίνει τε τοὺς ῥιγοῦντας πινόμενος καὶ συγχριόμενος στραγγουρίαις τε βοηθεῖ· καὶ ἡ ῥίζα δὲ τὰ αὐτὰ ποιεῖ.