Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 68
Dioscurides Pedianus, De materia medica 68.1
Not analysed yet
68 σμύρνιον, ὅπερ ἐν Κιλικίᾳ πετροσέλινον καλοῦσι, γεννώμενον πλεῖστον ἐν τῷ λεγομένῳ Ἀμανῷ ὄρει. καὶ τοῦτο καυλὸν μὲν ἔχει ὅμοιον σελίνῳ, παραφυάδας ἔχοντα πολλάς, φύλλα δὲ πλατύτερα—τὰ δὲ πρὸς τὴν γῆν καὶ ὑποπερικλᾶται—| ὑπολίπαρα καὶ ῥωμαλέα καὶ εὐώδη σὺν δριμύτητι, φαρμακώδη τε καὶ ὑπομηλίζοντα τῇ χρόᾳ σκιάδιον δὲ ἐπὶ τῷ καυλῷ ἀνηθοειδές, σπέρμα στρογγύλον, ὅμοιον τῷ τῆς κράμβης. μέλαν, δριμὺ γευομένῳ, ὄζον σμύρνης, ἓν ἀνθ᾿ ἑνὸς ποιοῦν· ἡ δὲ ῥίζα δριμεῖα, εὐώδης, ἀπαλή, πολύχυλος, δάκνουσα τὴν φάρυγγα, φλοιὸν ἔχουσα ἔξωθεν μὲν μέλανα, ἔνδοθεν δὲ χλωρὸν ἢ ὑπόλευκον. φύεται δὲ ἐν πετρώδεσι τίποις καὶ γεωλόφοις.