Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 68
Dioscurides Pedianus, De materia medica 68.2-2
Not analysed yet
ἀμφότεροι δὲ οὗτοι μανιώδεις ὑπάρχουσι καὶ 2 καρωτικοί, δύσχρηστοι. εὔχρηστος δὲ εἰς θεραπείαν ἠπιώτατος ὢν ὁ τρίτος, λιπαρὸς καὶ ἁπαλὸς καὶ χνοώδης, ἄνθη λευκὰ ἔχων καὶ τὸ σπέρμα λευκόν· φύεται παρά θαλάττῃ καὶ ἐν ἐρειπίοις. χρηστέον οὖν ἐστι τῷ λευκῷ· εἰ δὲ μὴ παρείη οὗτος, χρῆσθαι δεῖ τῷ ξανθῷ, τὸν δὲ μέλανα ἀποδοκιμάζειν ὡς χείριστον. χυλίζεται δὲ ὁ καρπὸς ἁπαλὸς καὶ τὰ φύλλα καὶ οἱ καυλοὶ κοπτόμενοι καὶ ἐκθλιβόμενοι, ἐν ἡλίῳ ξηραινομένου τοῦ ὑγροῦ· χρῆσις δὲ αὐτοῦ πρὸς ἐνιαυτὸν διὰ τὸ εὔσηπτον.