Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 68
Dioscurides Pedianus, De materia medica 68.3
Not analysed yet
χυλίζεται δὲ 3 αὐτοῦ καὶ τὸ σπέρμα κατ᾿ ἰδίαν κοπτόμενον ξηρὸν ὕδατος θερμοῦ παραχεομένου καὶ ἐκθλιβόμενον· ἐστι δὲ βέλτιον τοῦ ὀπίου τὸ χύλισμα καὶ ἀνωδυνώτερον. ἡ δὲ χλόη κοπεῖσα καὶ μιγεῖσα σιτανίῳ ἀλεύρῳ ἀναπλάσσεται εἰς ἀρτίσκους καὶ ἀποτίθεται. ἁρμόζει δὲ τὸ πρῶτον χύλισμα καὶ τὸ ἀπὸ ξηροῦ τοῦ σπέρματος εἰς κολλύρια ἀνώδυνα καὶ πρὸς ῥεῦμα δριμὺ καὶ θερμὸν καὶ ὠταλγίας καὶ τὰ περὶ ὑστέραν, σὺν ἀλεύροις δὲ ἢ ἀλφίτοις