Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 68
Dioscurides Pedianus, De materia medica 68.4
Not analysed yet
4 πρός τε ὀφθαλμῶν φλεγμονὰς καὶ ποδῶν καὶ τὰς ἄλλας φλεγμονάς· καὶ τὸ σπέρμα δὲ τὸ αὐτὸ παρέχεται, ποιοῦν καὶ πρὸς βῆχας καὶ κατάρρουν καὶ ῥεῦμα ἀφθαλμῶν καὶ περιωδυνίαν, πρός τε ῥοῦν γυναικεῖον καὶ τὰς ἄλλας αἱμορραγίας ὅσον ὀβολὸς σὺν μήκωνος σπέρματι καὶ μελικράτῳ ποθέν· ἁρμόζει καὶ πρὸς ποδάγρες, ὄρχεις πεφυσημένους, μαστοὺς ἐν τοκετῷ ἐπαιρομένους λεῖον μετʼ οἴνου καταπλασσόμενον καὶ εἰς τὰ ἄλλα ἀνώδυνα καταπλάσματα |μείγνυται ὠφελίμμς. καὶ τὰ ἀναπεπλασμένα φύλλα δὲ εἰς πάντα τὰ ἀνώδυνα καταπλάσματα εὔχρηστα, μειγνύμενα ἀλφίτοις καὶ καθʼ ἑαυτὰ καταπλασσόμενα, τὰ δὲ πρόσφατα φύλλα