Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 70
Dioscurides Pedianus, De materia medica 70.2-3
Not analysed yet
καὶ ὁ χυλὸς δὲ αὐτοῦ 2 ποιεῖ πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας σὺν ψιμυθίῳ καὶ λιθαργύρῳ καὶ ῥοδίνῳ, πρὸς αἰγιλώπια δὲ σὺν ἄρτῳ· ἁρμόζει καὶ σειριῶσι παιδίοις σὺν ῥοδίνῳ ἐμβρεχόμενος. μείγνυται δὲ καὶ κολλυρίοις ἀντὶ ὕδατος ἢ ᾠοῦ τοῖς πρὸς ῥεύματα δριμέα εἰς τὰς ἐγχρίσεις, ὠφελεῖ καὶ ὠταλγίας ἐνσταγείς· ἴσχει δὲ καὶ ῥοῦν γυναικεῖον ἐν ἐρίῳ προστεθείς.