Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 70
Dioscurides Pedianus, De materia medica 70.1-3
Not analysed yet
70 στρύχνον κηπαῖον· ἐδώδιμόν ἐστι. θαμνίσκος οὐ μέγας, μασχάλας ἔχων πολλάς, φύλλα μέλανα, ὠκίμου μείζονα καὶ πλατύτερα, καρπὸς περιφερής, χλωρὸς ἢ μέλας· ἔγκιρρος δὲ γίνεται μετὰ τὸ πεπανθῆναι· ἀβλαβὴς δὲ ἡ βοτάνη πρὸς γεῦσιν. δύναμιν δὲ ἔχει ψυκτικήν, ὅθεν τὰ φύλλα καταπλασσόμενα ἁρμόζει πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας μετὰ πάλης ἀλφίτου, καθʼ ἑαυτὰ δὲ ἐπιτιθέμενα λεῖα αἰγίλωπας θεραπεύει καὶ κεφαλαλγίας καὶ στομάχῳ καυσουμένῳ βοηθεῖ, παρωτίδας τε διαφορεῖ σὺν ἁλσὶ λεῖα καταπλασσόμενα.