Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 70
Dioscurides Pedianus, De materia medica 70.5
Not analysed yet
5 ποιεῖ δὲ τὸ πρόσφατον γάλα καὶ πρὸς τοὺς ἀπὸ τῶν θανα σίμων φαρμάκων δηγμοὺς καὶ πυρώσεις, ὡς κανθαρίδος ἢ πιτυοκάμπης ἢ βουπρήστεως ἢ σαλαμάνδρας ἢ ὑοσκυάμου ἢ δορυκνίου ἀκονίτου ἢ ἐφημέρου. πρὸς δὲ τοῦτο μάλιστα τὸ βόειον συμφέρει, ἰδίως ἁρμόζον, διακλύζεται δὲ καὶ πρὸς ἑλκώσεις στόματος καὶ παρισθμίων εἰς ἀναγαργάρισμα. ἰδίως δὲ τὸ ὄνειον διακλυζόμενον οὔλα καὶ ὀδόντας κρατύνει, τοὺς δὲ τῆς κοιλίας μεθʼ ἑλκώσεως ῥευματισμοὺς καὶ τεινεσμοὺς προβάτειον ἢ βόειον ἢ αἴγειον ἵστησιν ἑψηθὲν διὰ κοχλάκων. ἐγκλύζεται δὲ καὶ καθʼ ἑαυτὸ καὶ μετὰ πτισάνης ἡ χόνδρου χυλοῦ, ἱκανῶς πραῦνον τὴν τῶν ἐντέρων δῆξιν· ἐγκλύζεται καὶ μήτρᾳ εἱλκωμένῃ.