Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 70
Dioscurides Pedianus, De materia medica 70.6
Not analysed yet
τὸ δὲ τῆς γυναικὸς γάλα γλυκύτατόν ἐστι καὶ τροφιμώτατον. 6 ὠφελεῖ δὲ θηλαζόμενον στομάχου δῆξιν καὶ φθίσιν, ἁρμόζει καὶ πρὸς λαγωοῦ θαλασσίου πόσιν. μιγὲν δὲ λιβανωτῷ λείῳ ἐνστάζεται τοῖς ἐκ πληγῆς αἱμαχθεῖσιν ὀφθαλμοῖς, καὶ ποδαγρικοὺς ὠφελεῖ σὺν κωνείῳ καὶ κηρωτῇ καταχριόμενον. ἄθετον δὲ πᾶν γάλα σπληνικοῖς, ἡπατικοῖς, τοῖς τὸ νευρῶδες πεπονθόσι, πυρέσσουσι, κεφαλαλγοῦσι, σκοτωματικοῖς, ἐπιλημπτικοῖς, εἰ μή ποτε καθάρσεως ἕνεκα προσφέροιτό τις, ὡς ὑποδέδεικται, τὸ σχιστόν. ἱστοροῦσι δέ τινες τὸ τῆς πρωτοτόκου κυνὸς γάλα ψιλοῦν τρίχας καταχρισθέν, καὶ θανασίμων φαρμάκων ἀντιφάρμακον εῖναι ποθὲν καὶ τεθνηκότων ἐμβρύων ἐκβόλιον.