Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 72
Dioscurides Pedianus, De materia medica 72.1
Not analysed yet
72 βούτυρον σκευάζεται καλὸν ἐκ τοῦ λιπαρωτάτου γάλακτος· τοιοῦτον δέ ἐστι τὸ προβάτειον. γίνεται δὲ καὶ ἐκ τοῦ αἰγείου, ἐν ἀγγείοις κινουμένου τοῦ γάλακτος καὶ χωριζομένου τοῦ λίπους. ἔχεται δὲ δυνάμεως μαλακτικῆς, ἐλαιώδους, ὅθεν κοιλίαν τε ἐκλύει πλεῖον ποθὲν καὶ πρὸς τὰ θανάσιμα μὴ παρόντος ἐλαίου χρησιμεύει. μιχθὲν δὲ μέλιτι καὶ παρατριβὲν ὀδοντιάσεις ὠφελεῖ καὶ τοὺς τῶν οὔλων ὀδαξισμοὺς ἐπὶ παιδίων καὶ ἄφθας, ἔξωθεν δὲ καταπλασσόμενον εὔτροφον καὶ ἀψυδρακίωτον τηρεῖ τὸ σῶμα·