Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 71
Dioscurides Pedianus, De materia medica 71
Not analysed yet
71 τυρὸς νεαρὸς δίχα ἁλῶν ἐσθιόμενος τρόφιμος, εὐστόμαχος, εὐανάδοτος, σαρκῶν ποιητικός, κοιλίας μετρίως μαλακτικός, διαφέρων αὑτοῦ αὐτὸς παρὰ τὴν τοῦ γάλακτος φύσιν, ἀφ᾿ οὗ σκευάζεται. ἑψηθεὶς δὲ καὶ ἐκθλιβείς, εἶτα ὀπτηθεὶς σταλτικὸς γίνεται κοιλίας· ὠφελεῖ δὲ καὶ καταπλασσόμενος ὀφθαλμῶν φλεγμονὰς καὶ ὑπώπια. ὁ δὲ νεοαλὴς ἀτροφώτερος ἐσθιόμενος, πρὸς καθαίρεσιν σαρκῶν ἐπιτήδειος, κακοστόμαχος, λυπῶν κοιλίαν καὶ ἔντερα. ὁ δὲ παλαιότερος κοιλίας σταλτικός, ὁ δὲ ἐξ αὐτοῦ ὀρρὸς κυνῶν τροφιμώτατος. ἡ δὲ καλουμένη ἱππάκη τυρός ἐστιν ἵππειος, βρωμώδης καὶ πολύτροφος, ἀναλογῶν τῷ βοείῳ. ἔνιοι δὲ ἱππάκην ἐκάλεσαν τὴν ἵππειον πιτύαν.