Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 72
Dioscurides Pedianus, De materia medica 72.1-3
Not analysed yet
72 στρύχνον ὑπνωτικόν, οἱ δὲ ἁλικάκκαβον, οἱ δὲ κακκαλίαν καλοῦσι· θάμνος ἐστὶ κλάδους ἔχων πολλούς, πυκνούς, στελεχώδεις, δυσθραύστους, φύλλων πλήρεις λιπαρῶν, ἐμφερῶν μηλέᾳ κυδωνίᾳ, ἄνθος ἐρυθρόν, εὐμέγεθες, καρπὸν ἐν λοβοῖς κροκίζοντα, ῥίζαν φλοιὸν ἔχουσαν ὑπέρυθρον, εὐμεγέθη· φύεται ἐν πετρώδεσι τόποις.