Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 72
Dioscurides Pedianus, De materia medica 72.2-3
Not analysed yet
ταύτης ὁ φλοιὸς τῆς ῥίζης ἐν οἴνῳ ποθεὶς δραχμῆς μιᾶς 2 ὁλκὴ ὑπνωτικὴν ἔχει δύναμιν τοῦ ὀποῦ τῆς μήκωνος ἐπιεικεστέραν, ὁ δὲ καρπὸς οὐρητικός ἐστιν ἄγαν· δίδονται δὲ ὑδρωπικοῖς κόρυμβοι ὡς δώδεκα, πλείονες δὲ ποθέντες ἔκστασιν ἐργάζονται· βοηθοῦνται δὲ μελικράτῳ πολλῷ πινομένῳ. μείγνυται καὶ ἀνωδύνοις ὁ φλοιὸς αὐτῆς καὶ τροχίσκοις, ἐναφεψηθεὶς δὲ οἴνῳ καὶ διακρατούμενος ὀδονταλγίαις ἀρήγει. ὁ δὲ χυλὸς τῆς ῥίζης ἀμβλυωπίας μετὰ μέλιτος ἐγχρισθεὶς παραιτεῖται.