Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 72
Dioscurides Pedianus, De materia medica 72.3
Not analysed yet
συνάγεται δὲ καὶ λιγνὺς ἐκ τοῦ βουτύρου τὸν τρόπον 3 τοῦτον εἰς λύχνον καινὸν ἐγχέας τὸ βούτυρον ἅψον καὶ πωμάσας ἀγγείῳ κεραμεῷ, σωληνοειδεῖ κατὰ τὰ ἄνωθεν, τρήματα δὲ ἐκ τῶν ὑπὸ πόδας ἔχοντι, ὥσπερ οἱ κλίβανοι, ἔα καίεσθαι. ὅταν δὲ ἀναλωθῇ τὸ πρῶτον βούτυρον, ἄλλο ἐπίχει καὶ ποίει τὸ αὐτό, ἕως ἂν ὅσον πλῆθος βούλει αἰθαλώσῃς, εἶτα ἀπόσυρε πτερῳ καὶ χρῶ. δύναμιν δὲ ἔχει εἰς τὰ ὀφθαλμικὰ ξηραίνειν καὶ ὑποστύφειν· ἐφίστησι δὲ τὰ ῥεύματα καὶ τὰ ἕλκη ταχέως ἀναπληροῖ καὶ ἀπουλοῖ.