Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 73
Dioscurides Pedianus, De materia medica 73.1
Not analysed yet
73 ἔρια οἰσυπηρὰ ἄριστα τὰ ἁπαλὰ καὶ τὰ ἀπὸ τοῦ τραχήλου καὶ τῶν μηρῶν, ἁρμόζοντα ἐν ἀρχῇ πρὸς τραύματα, θλάσματα, ἀποσύρματα, πελιώματα, ὀστῶν κατάγματα βρεχόμενα ὄξει καὶ ἐλαίῳ ἢ οἴνῳ· δεκτικὰ γάρ ἐστι τῶν ἐμβρεγμάτων καὶ μαλακτικὰ διὰ τὸν οἴσυπον ποιεῖ καὶ πρὸς κεφαλαλγίαν καὶ στομάχου πόνους καὶ παντὸς ἄλλου τόπου σὺν ὄξει καὶ ῥοδίνῳ. τὰ δὲ κεκαυμένα ἔρια δύναμιν ἔχει θερμαντικήν, ἐσχαρωτικήν, ὑπερσαρκωμάτων σταλτικήν, ἀπουλωτικὴν ἑλκῶν, καίεται δὲ καθαρὰ διαξανθέντα ἐν ὠμῇ χύτρᾳ ὥσπερ τὰ λοιπά· τὸν δʼ αὐτὸν τρόπον καὶ κροκύδες καίονται θαλασσίας πορφύρας. τινὲς δὲ σὺν τῷ ῥύπῳ διαξάναντες τὰ ἔρια καὶ μέλιτι δεύσαντες καίουσιν ὡσαύτως.