Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 75
Dioscurides Pedianus, De materia medica 75.1-2
Not analysed yet
75 μανδραγόρας· οἱ δὲ ἀντίμιμον, οἱ δὲ βομβόχυλον, οἱ δὲ Κιρκαίαν ,οἱ δὲ Διρκαίαν καλοῦσιν, ἐπειδὴ δοκεῖ ἡ ῥίζα φίλτρων εἶναι ποιητική. ἐστι δʼ αὐτοῦ ὁ μέν τις θῆλυς, |ὁ μέλας, θριδακίας καλούμενος, φύλλα ἔχων στενότερα καὶ μικρότερα θρίδακος, βρωμώδη καὶ βαρέα κατὰ τὴν ὀσμήν, κεχυμένα δὲ ἐπὶ γῆς, καὶ παῤ αὐτὰ μῆλα οὔοις ἐμφερῆ, ὠχρά, εὐώδη, ἐν οἷς καρπὸς ὥσπερ ἀπίου· ῥίζαι εὐμεγέθεις, δύο ἢ τρεῖς, ἀντεμπεπλεγμέναι ἀλλήλαις, μέλαιναι κατὰ τὴν ἐπιφάνειαν, ἔνδοθεν δὲ λευκαὶ καὶ παχύφλοιοι· καυλὸν δὲ οὐ φέρει.