Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 74
Dioscurides Pedianus, De materia medica 74
Not analysed yet
74 δορύκνιον, ὃ Κρατεύας ἁλικάκκαβον ἢ καλλέαν καλεῖ. θάμνος ὅμοιος ἐλαίᾳ ἀρτιφυεῖ, κλῶνας ἔχων ἐλάσσονας πήχεως, φύλλα δὲ τῷ χρώματι ἐλαίᾳ παραπλήσια, μικρότερα δὲ καὶ στενότερα καὶ τραχέα ἰσχυρῶς, ἄνθος λευκόν· ἐπʼ ἄκρου δὲ ἔχει πυκνὰ θυλάκια ὥσπερ ἐρεβίνθου, ἐν οἷς σπερμάτια στρογγύλα, πέντε ἢ ἕξ, ὅσον ὄροβοι μικροί, λεῖα, ἰσχυρὰ καὶ ποικίλα, ῥίζαν πάχος δακτύλου, μῆκος δὲ πήχεως φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης. δοκεῖ δὲ καὶ τοῦτο ὑπνωτικὸν εἶναι, πλεονασθὲν δὲ ἀναιρεῖν. φασὶ δέ τινες καὶ τὸ σπέρμα αὐτοῦ εἰς φίλτρα λαμβάνεσθαι.