Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 75
Dioscurides Pedianus, De materia medica 75.7
Not analysed yet
7 ἱστοροῦσι δέ τινες καὶ ἑτέραν μώριον φυομένην ἐν παλισκίοις καὶ περὶ τὰ ἄντρα, φύλλα ἔχουσαν ὅμοια τῷ λευκῷ μανδραγόρᾳ. μικρότερα δὲ ὡς σπιθαμιαῖα, λευκά, κύκλῳ περὶ τὴν ῥίζαν, οὖσαν ἁπαλὴν καὶ λευκήν, μικρῷ μείζονα σπιθαμῆς, πάχος δακτύλου μεγάλου, ἥν φασι πινομένην ὅσον δραχμὴν μίαν ἢ μετʼ ἀλφίτου ἐσθιομένην ἐν μάζῃ ἢ ὄψῳ ἀπομωροῦν· καθεύδει γὰρ ὁ ἄνθρωπος ἐν ᾧπερ ἂν φάγῃ σχήματι αἰσθανόμενος οὐδενὸς ἐπὶ ὥρας τρεῖς ἢ τέσσαρας, ἀφ᾿ οὗ ἂν προσενέγκηται. χρῶνται δὲ καὶ ταύτῃ οἱ ἰατροί, ὅταν τέμνειν ἢ καίειν μέλλωσι· φασὶ δὲ καὶ ἀντίδοτον εἶναι τὴν ῥίζαν πινομένην μετὰ στρύχνου τοῦ καλουμένου μανικοῦ.